Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.210 | Dem. 19.214 (English) | >>Dem. 19.216 |
19.212ἐκ δὲ τοῦ δὶς ἔμʼ εἰσελθεῖν ἀνάγκη περιίστατο καὶ τούτῳ πάλιν εἰσιέναι · διὰ ταῦτʼ οὐκ εἴα καλεῖν . καίτοι τοῦτο τὸ ἔργον , ὦ ἄνδρες Ἀθηναῖοι , ἀμφότερʼ ὑμῖν ἐπιδείκνυσι σαφῶς , καὶ κατεγνωκόθʼ ἑαυτοῦ τοῦτον ὥστε μηδενὶ νῦν ὑμῶν εὐσεβῶς ἔχειν ἀποψηφίσασθαι αὐτοῦ , καὶ μηδὲν ἀληθὲς ἐροῦντα περὶ ἐμοῦ · εἰ γὰρ εἶχε , τότʼ ἂν καὶ λέγων καὶ κατηγορῶν ἐξητάζετο , οὐ μὰ Δίʼ οὐκ ἀπηγόρευε καλεῖν .
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω , κάλει μοι τούτων τοὺς μάρτυρας .
ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτʼ , ἄνδρες δικασταί . εἰ ἐκρινόμην μὲν ἐγώ , κατηγόρει δʼ Αἰσχίνης οὑτοσί , Φίλιππος δʼ ἦν ὁ κρίνων , εἶτʼ ἐγὼ μηδὲν ἔχων εἰπεῖν ὡς οὐκ ἀδικῶ κακῶς ἔλεγον τουτονὶ καὶ προπηλακίζειν ἐπεχείρουν , οὐκ ἂν οἴεσθε καὶ κατʼ αὐτὸ τοῦτʼ ἀγανακτῆσαι τὸν Φίλιππον , εἰ παρʼ ἐκείνῳ τοὺς ἐκείνου τις εὐεργέτας κακῶς λέγει ; μὴ τοίνυν ὑμεῖς χείρους γένησθε Φιλίππου , ἀλλʼ ὑπὲρ ὧν ἀγωνίζεται , περὶ τούτων ἀναγκάζετʼ ἀπολογεῖσθαι . Λέγε τὴν μαρτυρίαν .
19.213
Μαρτυρία
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.210 | Dem. 19.214 (English) | >>Dem. 19.216 |